Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 22.43 | Dem. 22.47 (English) | >>Dem. 22.51 |
22.45ἔστι τοίνυν ὑμῖν νυνὶ σκεπτέον , εἰ τοσούτου τιμᾶσθε τὴν πολιτείαν καὶ τοὺς κειμένους νόμους καὶ τὸ εὐορκεῖν · εἰ γὰρ ἀποψηφιεῖσθε τούτου φανερῶς οὕτως παρὰ τοὺς νόμους εἰρηκότος , δόξετε πᾶσιν τὰ χρήματα ταῦτʼ ἀντὶ τῶν νόμων καὶ τῆς εὐορκίας ᾑρῆσθαι . ἃ οὐδʼ ἂν εἰ παρʼ ἑαυτοῦ δοίη τις ὑμῖν , λαβεῖν ἄξιον , μή τί γʼ ἐφʼ ᾧ ἑτέρους εἰσπράττειν .
22.46ὥσθʼ ὅταν ταῦτα λέγῃ , μέμνησθε τῶν ὅρκων καὶ τὴν γραφὴν ἐνθυμεῖσθε , ὅτι νῦν οὐ περὶ πράξεως εἰσφορῶν ἐστιν , ἀλλʼ εἰ δεῖ κυρίους εἶναι τοὺς νόμους . καὶ περὶ τούτων μέν , ὃν τρόπον ὑμᾶς ἀπάγων ἀπὸ τοῦ νόμου παρακρούεσθαι ζητήσει , καὶ ἃ πρὸς ταῦθʼ ὑμᾶς μνημονεύοντας μὴ ʼπιτρέπειν προσήκει , πολλὰ λέγειν ἔχων ἔτι , καὶ ταῦθʼ ἱκάνʼ εἶναι νομίζων , ἐάσω .
βούλομαι δὲ καὶ τὰ πολιτεύματα ἐξετάσαι τοῦ καλοῦ κἀγαθοῦ τούτου , διʼ ὧν οὐκ ἔσθʼ ὅ τι τῶν δεινοτάτων ἐλλιπὼν φανήσεται · καὶ γὰρ ἀναιδῆ καὶ θρασὺν καὶ κλέπτην καὶ ὑπερήφανον καὶ πάντα μᾶλλον ἢ ἐν δημοκρατίᾳ πολιτεύεσθαι ἐπιτήδειον ὄντʼ αὐτὸν δείξω . καὶ πρῶτον μέν , ἐφʼ ᾧ μέγιστον φρονεῖ , τὴν τῶν χρημάτων εἴσπραξιν ἐξετάσωμεν αὐτοῦ , μὴ τῇ τούτου προσέχοντες ἀλαζονείᾳ τὸν νοῦν , ἀλλὰ τὸ πρᾶγμα οἷον γέγονεν τῇ ἀληθείᾳ σκοποῦντες .
22.48οὗτος Εὐκτήμονα φήσας τὰς ὑμετέρας ἔχειν εἰσφορὰς καὶ τοῦτʼ ἐξελέγξειν ἢ παρʼ αὑτοῦ καταθήσειν , καταλύσας ψηφίσματι κληρωτὴν ἀρχὴν ἐπὶ τῇ προφάσει ταύτῃ , ἐπὶ τὴν εἴσπραξιν παρέδυ . δημηγορίαν δʼ ἐπὶ τούτοις ποιούμενος , ὡς ἔστι τριῶν αἵρεσις , ἢ τὰ πομπεῖα κατακόπτειν ἢ πάλιν εἰσφέρειν ἢ τοὺς ὀφείλοντας εἰσπράττειν ,
22.47
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 22.43 | Dem. 22.47 (English) | >>Dem. 22.51 |